TEXTO ORIGINAL
88. Ἑρμῆς καὶ ἀγαλματοποιός
Ἡρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῆι παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπωι εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Δίος ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὃτι δραχμῆς, γελάσας ἠρώτα· τὸ τῆς Ἥρας πόσου ἐστίν;
Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτον, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ οἱ ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο· Ὁ Ἡρμῆς πόσου;
καὶ ὁ ἀγαλματοποιὸς ἔφη· Ἀλλ' ἐὰν τούτους ἀγοράσηις, τοῦτόν σοι προσθήκην δώσω.
Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίαι μοίραι παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει.
Referências
Imprenta
Licença: CC BY-NC-ND 4.0
RIBEIRO JR., W.A. Aesopus Fabularum Scriptor / Fabula 88. Portal Graecia Antiqua, São Carlos. URL: greciantiga.org/arquivo.asp?num=1101. Consulta: 11/12/2019.