literatura150 palavras

Sappho Lyrica / Fragmentum 1

Sapph. F 1 c. -600
tradução / grego antigo

Versos de Safo em dialeto eólio. Metro: estrofes sáficas.

Edição: Campbell (1990, p. 53-4).

ποικιλόθρον' ἀθανάτ' Αφρόδιτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μ' ἄσαισι μηδ' ὀνίαισι δάμνα, πότνια, θῦμον, 5 ἀλλὰ τυίδ' ἔλθ', αἴ ποτα κἀτέρωτα τὰς ἔμας αὔδας ἀίοισα πήλοι ἔκλυες, πάτρος δὲ δόμον λίποισα χρύσιον ἦλθες ἄρμ' ὐπασδεύξαισα· κάλοι δέ σ' ἆγον 10 ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας πύκνα δίννεντες πτέρ' ἀπ' ὠράνωἴθε- ρος διὰ μέσσω, αἶψα δ' ἐξίκοντο· σὺ δ', ὦ μάκαιρα, μειδιαίσαισ' ἀθανάτωι προσώπωι 15 ἤρε' ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημμι κὤττι μοι μάλιστα θέλω γένεσθαι μαινόλαι θύμωι· τίνα δηὖτε πείθω ἄψ σ' άγην ἐς ϝὰν φιλότατα; τίς σ', ὦ 20 Ψάπφ', ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. 25 ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα σύμμαχος ἔσσο.