Euripides Tragicus / Phoenissae 59-80

E. Ph. 59-80 -411 / -407
tradução / grego antigo

Versos da primeira parte do Prólogo (monólogo de Jocasta, 1-87), baseados na edição de Diggle (1994, p. 86-7). Dialeto ático, trímetros iâmbicos.

ΙΟΚΑΣΤΗ  μαθὼν δὲ τἀμὰ λέκτρα μητρώιων γάμων 60  ὁ πάντ' ἀνατλὰς Οἰδίπους παθήματα  ἐς ὄμμαθ' αὑτοῦ δεινὸν ἐμβάλλει φόνον   χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.   ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,   κλήιθροις ἔκρυψαν πατέρ', ἵν' ἀμνήμων τύχη 65  γένοιτο πολλῶν δεομένη σοφισμάτων.   ζῶν δ' ἔστ' ἐν οἴκοις· πρὸς δὲ τῆς τύχης νοσῶν   ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,   θηκτῶι σιδήρωι δῶμα διαλαχεῖν τόδε.   τὼ δ' ἐς φόβον πεσόντε, μὴ τελεσφόρους 70  εὐχὰς θεοὶ κραίνωσιν οἰκούντοιν ὁμοῦ,   ξυμβάντ' ἔταξαν τὸν νεώτερον πάρος   φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,   Ἐτεοκλέα δὲ σκῆπτρ' ἔχειν μένοντα γῆς,  ἐνιαυτὸν ἀλλάσσοντ'. ἐπεὶ δ' ἐπὶ ζυγοῖς 75  καθέζετ' ἀρχῆς, οὐ μεθίσταται θρόνων,   φυγάδα δ' ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.   ὁ δ' Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,   πολλὴν ἀθροίσας ἀσπίδ' Ἀργείων ἄγει·   ἐπ' αὐτὰ δ' ἐλθὼν ἑπτάπυλα τείχη τάδε 80  πατρῶι' ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.