Vita Aeschyli 10-11

Vit. Aesch. 10-11 Sæc. X
tradução / grego antigo

Passagem em prosa, extraída da edição de Radt (1985, p. 34-5). Dialeto comum, com exceção do epitáfio, que segue a métrica usual dos epigramas.

Αισχυλος βιος
10. Καὶ σφόδρα τῷ τε τυράννῳ Ἱέρωνι καὶ τοῖς Γελῴοις τιμηθείς ἐπιζήσας τρίτον ἔτος γηραιὸς ἐτελεύτα τοῦτον τὸν τρόπον. ἀετὸς χελώνην ἁρπάσας, ὡς ἐγκρατὴς γενέσθαι τῆς χελώνης τῆς ἄγρας οὐκ ἴσχυεν, ἀφίησι κατὰ πετρῶν αὐτὴν συνθλάσων τὸ δέρμα, ἡ δὲ ἐνεχθεῖσα κατὰ τοῦ ποιητοῦ φονεύει αὐτόν. χρηστηριασθεὶς δὲ ἦν 'οὐράνιόν σε βέλος κατακτανεῖ'.

11. Ἀποθανόντα δὲ Γελῷοι πολυτελῶς ἐν τοῖς δημοσίοις μνήμασι θάψαντες ἐτίμησαν μεγαλοπρεπῶς ἐπιγράψαντες οὕτω·
Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
      μνῆμα καταφθίμενον πυροφόροιο Γέλας·
ἀλκὴν δ' εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι,
      καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.
εἰς τὸ μνῆμα δὲ φοιτῶντες ὅσοις ἐν τραγῳδίαις ἦν ὁ βίος ἐνήγιζόν τε καὶ τὰ δράματα ὑπεκρίνοντο.