Euripides Tragicus / Phoenissae 896-924

E. Ph. 896-924 -411 / -407
tradução / grego antigo

Versos da primeira parte do 3º Episódio, com o início do diálogo esticomítico — verso a verso — entre Creonte e Tirésias; observar que, a princípio, cada ator declama metade do verso. Da edição de Diggle (1994, p. 133-4), dialeto ático, trímetros iâmbicos.

ΚΡΕΩΝ   ἐπίσχες αὐτοῦ, πρέσβυ. ΤΕΙΡΕΣΙΑΣ            μὴ 'πιλαμβάνου. Κρ. μεῖνον, τί φεύγεις; Τε.         ἡ τύχη σ', ἀλλ' οὐκ ἐγώ. Κρ. φράσον πολίταις καὶ πόλει σωτηρίαν. Τε. βούληι σὺ μέντοι κοὐχὶ βουλήσηι τάχα. 900 Κρ. καὶ πῶς πατρώιαν γαῖαν οὐ σῶσαι θέλω; Τε. θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; Κρ. ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; Τε. [κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.][ 1]  πρῶτον δ' ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, 905  ποῦ 'στιν Μενοικεύς, ὅς με δεῦρ' ἐπήγαγεν; Κρ. ὅδ' οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. Τε. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. Κρ. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. Τε. βούληι παρόντος δῆτά σοι τούτου φράσω; 910 Κρ. κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. Τε. ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν  [ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]·  σφάξαι Μενοικέα τόνδε δεῖ σ' ὑπὲρ πάτρας,  σὸν παῖδ', ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. 915 Κρ. τί φήις; τίν' εἶπας τόνδε μῦθον, ὦ γέρον; Τε. ἅπερ πέφηνε, ταῦτα κἀνάγκη σε δρᾶν. Κρ. ὦ πολλὰ λέξας ἐν βραχεῖ λόγωι κακά. Τε. σοί γ', ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. Κρ. οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. 920 Τε. ἁνὴρ ὅδ' οὐκέθ' αὑτός· ἐκνεύει πάλιν. Κρ. χαίρων ἴθ'· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. Τε. ἀπόλωλεν ἁλήθει', ἐπεὶ σὺ δυστυχεῖς; Κρ. ὦ πρός σε γονάτων καὶ γερασμίου τριχός. Τε. τί προσπίτνεις με; δυσφύλακτ' αἴνει κακά.