Ilias 11.841-8, 12.1-2 et 5.899-904

Il. 11.841-8;12.1-2;5.899-904
tradução / grego antigo

A primeira passagem ilustra a atividade médica humana; a segunda, a atividade médica divina. Versos hexâmetros, baseados na edição de Monro e Allen, 1920. Dialeto homérico.

ἀλλ᾽ οὐδ᾽ ὧς περ σεῖο μεθήσω τειρομένοιο. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν ἐς κλισίην: θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ 845 ὀξὺ βέλος περιπευκές, ἀπ᾽ αὐτοῦ δ᾽ αἷμα κελαινὸν νίζ᾽ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ἔσχ᾽ ὀδύνας: τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ᾽ αἷμα.
1 ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς ἰᾶτ᾽ Εὐρύπυλον βεβλημένον (...) Il. 11.841-8 et 12.1-2
ὣς φάτο, καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι. 900 τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατ᾽: οὐ μὲν γάρ τι καταθνητός γ᾽ ἐτέτυκτο. ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δ᾽ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. Il. 5.899-904