logo

Semonides Iambographus / Fragmenta

Semon. Fr. 6; 7.1-6,83-7
ptver
tradução

Texto em versos líricos, baseado no artigo de Assunção & Brandão, 1983/1984. Dialeto iônico.

F 6

Γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληΐζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.

F 7

Χωρὶς γυναικὸος θεὸς ἐποίησεν νόον
τὰ πρῶτα. Τὴν μὲν ἐξ ὑὸς τανύτριχος,
τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρμένα
ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί·
αὐτὴ δ' ἄλουτος ἀπλούτοις' ἐν εἵμασιν
ἐν κοπρίηισιν ἡμένη πιαίνεται.
(...)
Τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·
κείνηι γὰρ οἴη μῶμος οὐ προσιζάνει,
θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος.
Φίλη δὲ σὺν φιλεῦντι γηράσκει πόσι
τεκοῦσα καλὸν κοὐνομακλυτὸν γένος.