logo

Anacreon Lyricus / Fragmenta

Anacr. -575 / -490
ptver
tradução

Versos líricos, baseados na edição de Lobel e Page, revista por West (1992). Dialeto iônico.

F 356 L-P
ἄγε δὴ φέρ' ἡμῖν ὦ παῖ κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ' ἐγχέας ὕδατος, τὰ πέντε δ' οἴνου 5 κύαθους ὡς ἀνυβριστί ἀνὰ δηὖτε βασσαρήσω. ....................................................... ἄγε δηὖτε μηκέτ' οὕτω πατάγωι τε κἀλαλητῶι σκυθικὴν πόσιν παρ' οἴνωι μελετῶμεν, ἀλλὰ καλοῖς 5 ὑποπίνοντες ἐμ' ὕμνοις.
F 360 L-P
Ὦ παῖ παρθήνιον βλέπων, δίζημαί σε, σὺ δ' οὐ κλύεις, οὐκ εἰδώς, ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις.