logo

Theocritus Poeta Bucolicus / Idyllium 11.16-29

Área: literatura grega
Theoc. 11.16-29 Sæc. -III
ptver
tradução

Texto em versos, dialeto comum, baseado na edição de Legrand (1946).

ΚΥΚΛΩΨ

Κύπριδος ἐκ μεγάλας τό οἱ ἥπατι πᾶξε βέλεμνον.
Ἀλλὰ τὸ φάρμακον εὗρε, κατηζόμενος δ'ἐπὶ πέτρας
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα·

" Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ' ἀποβάλληι,
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς,
φοιτῆις δ' αὖθ' οὕτως ὅκκα γλυκὺς ὕπνος ἔχηι με,
οἴχηι δ' εὐθὺς ἰοῖς' ὅκκα γλυκὺς ὕπνος ἀνῆι με,
φεύγεις δ' ὥσπερ ὄι"ς πολιὸν λύκον ἀθρήσασα;
Ἠεράσθην μὲν ἔγωγε τεοῦς, κόρα, ἁνίκα πρᾶτον
ἧνθες ἐμᾶι σὺν ματρὶ θέλοις' ὑακίνθινα φύλλα
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ' ὁδὸν ἁγεμόνευον.
Παύσασθαι δ', ἐσιδών τυ καὶ ὕστερον, οὐδέ τί παι νῦν
ἐκ τήνω δύναμαι· τὶν δ' οὐ μέλει, οὐ μὰ Δί', οὐδέν. "