logo

Epigrammata uetera / Selecta

AP 7.160, 6.1, 9.506, 7.507a século -VII / -IV
ptver
tradução

Epigramas em dísticos elegíacos, baseados no texto grego compilado por Paes (1995). Dialetos variados.

Καρτερὸς  ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·     Ἄρες δ` οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν. [Ἀνακρεόντος], AP. 7.160
Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἥ ποτ' ἐραστῶν     ἑσμὸν ἐπὶ προθύροις Λαΐσ' ἔχουσα νέων, τὴι Παφίηι τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι     οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος δύναμαι. [Πλατώνος ], AP. 6.1
Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·     ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη. AP. 9.506
Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς     χερνήτεω μικρὸς τύμβος, ἐμοὶ δ' ἰκανός. [Σιμωνίδος], AP. 7.507a