logo

Alcman Lyricus / Fragmenta

Alcm.século -VII
ptver
tradução

Versos líricos, baseados na edição corrigida de Page (1967). Dialeto dórico.

F 89.1-6 Page
εὕδουσι δ' ὀρέων κορυφαί τε καὶ φάραγγες πρώονές τε καὶ χαράδραι φῦλά τ' ἑρπέτ' ὅσα τρέφει μέλαινα γαῖα θῆρές τ' ὀρεσκῶιοι καὶ γένος μελισσᾶν 5 καὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέας ἁλός· εὕδουσι δ' οἰωνῶν φῦλα τανυπτερύγων.
F 1.1.50-7 Page
50 Ἦ οὐχ ὁρῆις; ὁ μὲν χέλης Ἐνητικός· ἁ δὲ χαίτα τᾶς ἐμᾶς ἀνεψιᾶς Ἁγησιχόρας ἐπανθεῖ χρυσὸς ὡς ἀκήρατος· 55 τό τ' ἀργύριον πρόσωπον διαφάδαν τί τοι λέγω; Ἁγησιχόρα μὲν αὕτα.